Psalms 39

1
LXX: Psa.38:1
Εἰς τὸ τέλος, τῷ Ιδιθουν· ᾠδὴ τῷ Δαυιδ.
LXX: Psa.38:2
Εἶπα Φυλάξω τὰς ὁδούς μου· τοῦ μὴ ἁμαρτάνειν ἐν γλωσση μου. ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου
2
LXX: Psa.38:3
ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη.
3
LXX: Psa.38:4
ἐθερμάνθη καρδία μου, ἐντός μου καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. ἐλάλησα ἐν γλώσσῃ μου
4
LXX: Psa.38:5
Γνώρισόν μοι, κύριε, τὸ πέρας μου, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ.
5
LXX: Psa.38:6
ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. διάψαλμα.
6
LXX: Psa.38:7
μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσονται· θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.
7
LXX: Psa.38:8
καὶ νῦν τίς ὑπομονή μου; οὐχὶ κύριος; καὶ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν.
8
LXX: Psa.38:9
ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὄνειδος ἄφρονι ἔδωκάς με.
9
LXX: Psa.38:10
ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ποιησας με.
10
LXX: Psa.38:11
ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.
11
LXX: Psa.38:12
ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ· πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος. διάψαλμα.
12
LXX: Psa.38:13
εἰσάκουσον τῆς προσευχῆς μου, κύριε, καὶ τῆς δεήσεώς μου. ἐνώτισαι· τῶν δακρύων μου μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου
13
LXX: Psa.38:14
ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω.
Copyright information for LXX